1 Chronicles 13

1καὶ ἐβουλεύσατο Δαυιδ μετὰ τῶν χιλιάρχων Καὶ τῶν ἑκατοντάρχων, παντὶ ἡγουμένῳ, 2καὶ εἶπεν Δαυιδ τῇ πάσῃ ἐκκλησίᾳ Ισραηλ, Εἰ ἐφ' ὑμῖν ἀγαθὸν καὶ παρὰ κυρίου θεοῦ ἡμῶν εὐοδωθῇ, ἀποστείλωμεν πρὸς τοὺς ἀδελφοὺς ἡμῶν τοὺς ὑπολελειμμένους ἐν πάσῃ γῇ ισραηλ καὶ μετ' αὐτῶν οἱ ἱερεῖς οἱ Λευῖται ἐν πόλεσιν κατασχέσεως αὐτῶν, καὶ συναχθήσονται πρὸς ἡμᾶς, 3καὶ μετενέγκωμεν τὴν κιβωτὸν τοῦ θεοῦ ἡμῶν πρὸς ἡμᾶς· ὅτι οὐκ ἐζήτησαν αὐτὴν ἀφ' ἡμερῶν Σαουλ. 4καὶ εἶπεν πᾶσα ἐκκλησία τοῦ ποιῆσαι οὕτως, ὅτι εὐθὴς λόγος ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ. 5καὶ ἐξεκκλησίασεν Δαυιδ τὸν πάντα Ισραηλ ἀπὸ ὁρίων Αἰγύπτου καὶ ἕως εἰσόδου Ημαθ τοῦ εἰσενέγκαι τὴν κιβωτὸν τοῦ θεοῦ ἐκ πόλεως Ιαριμ. 6καὶ ἀνήγαγεν αὐτὴν Δαυιδ, καὶ πᾶς Ισραηλ ἀνέβη εἰς πόλιν Δαυιδ, ἦν τοῦ Ιουδα, τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ θεοῦ κυρίου καθημένου ἐπὶ χερουβιν, οὗ ἐπεκλήθη ὄνομα αὐτοῦ. 7καὶ ἐπέθηκαν τὴν κιβωτὸν τοῦ θεοῦ ἐπὶ ἅμαξαν καινὴν ἐξ οἴκου Αμιναδαβ, καὶ Οζα καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἦγον τὴν ἅμαξαν. 8καὶ Δαυιδ καὶ πᾶς Ισραηλ παίζοντες ἐναντίον τοῦ θεοῦ ἐν πάσῃ δυνάμει καὶ ἐν ψαλτῳδοῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις, ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν σάλπιγξιν. 9καὶ ἤλθοσαν ἕως τῆς ἅλωνος, καὶ ἐξέτεινεν Οζα τὴν χεῖρα αὐτοῦ τοῦ κατασχεῖν τὴν κιβωτόν, ὅτι ἐξέκλινεν αὐτὴν μόσχος. 10καὶ ἐθυμώθη ὀργῇ κύριος ἐπὶ Οζα καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ διὰ τὸ ἐκτεῖναι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτόν, καὶ ἀπέθανεν ἐκεῖ ἀπέναντι τοῦ θεοῦ. 11καὶ ἠθύμησεν Δαυιδ ὅτι διέκοψεν κύριος διακοπὴν ἐν Οζα, καὶ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον Διακοπὴ Οζα ἕως τῆς ἡμέρας ταύτης. 12καὶ ἐφοβήθη Δαυιδ τὸν θεὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων Πῶς εἰσοίσω πρὸς ἐμαυτὸν τὴν κιβωτὸν τοῦ θεοῦ; 13καὶ οὐκ ἀπέστρεψεν Δαυιδ τὴν κιβωτὸν πρὸς ἑαυτὸν εἰς πόλιν Δαυιδ καὶ ἐξέκλινεν αὐτὴν εἰς οἶκον Αβεδδαρα τοῦ Γεθθαίου. 14καὶ ἐκάθισεν κιβωτὸς τοῦ θεοῦ ἐν οἴκῳ Αβεδδαρα τρεῖς μῆνας· καὶ εὐλόγησεν θεὸς Αβεδδαραμ καὶ πάντα τὰ αὐτοῦ.
Copyright information for LXX